Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.1 Dem. 22.4 (English) >>Dem. 22.7

22.3ἐγὼ τοίνυν ταῦτα μὲν οὐ παρὰ μικρὸν ἀγωνιζόμενος παρʼ ὑμῖν ἀπελυσάμην, ἀλλʼ ὥστε τὸ πέμπτον μέρος μὴ λαβεῖν τούτους τῶν ψήφων· τουτονὶ δὲ μεθʼ ὑμῶν πειράσομαι καὶ νῦν καὶ τὸν ἄλλον ἅπαντʼ ἀμύνεσθαι χρόνον. καὶ περὶ μὲν τῶν ἰδίων ἔχων ἔτι πολλὰ λέγειν ἐάσω· περὶ δʼ ὧν οἴσετε τὴν ψῆφον νυνὶ καὶ περὶ ὧν οὗτος δημοσίᾳ πεπολιτευμένος οὐκ ὀλίγʼ ὑμᾶς ἔβλαψεν, μοι παραλείπειν Εὐκτήμων ἐδόκει, βέλτιον δʼ ὑμᾶς ἀκοῦσαι, ταῦτα διεξελθεῖν ἐν βραχέσιν πειράσομαι. 22.4ἐγὼ γὰρ εἰ μὲν ἑώρων τινʼ ἁπλῆν τούτῳ περὶ ὧν φεύγει πρὸς ὑμᾶς οὖσαν ἀπολογίαν, οὐκ ἂν ἐποιούμην περὶ αὐτῆς μνείαν οὐδεμίαν. νῦν δʼ οἶδα σαφῶς ὅτι οὗτος ἁπλοῦν μὲν οὐδὲ δίκαιον οὐδὲν ἂν εἰπεῖν ἔχοι, ἐξαπατᾶν δʼ ὑμᾶς πειράσεται πλάττων καὶ παράγων πρὸς ἕκαστα τούτων κακούργους λόγους. ἔστι γάρ, ἄνδρες Ἀθηναῖοι, τεχνίτης τοῦ λέγειν καὶ πάντα τὸν βίον ἐσχόλακεν ἐν τούτῳ. ὑπὲρ οὖν τοῦ μὴ παρακρουσθέντας ὑμᾶς ἐναντία μὲν τοῖς ὀμωμοσμένοις πεισθῆναι ψηφίσασθαι, ἀφεῖναι δὲ τοῦτον ὃν ὑμῖν πολλῶν ἕνεκʼ ἄξιον κολάσαι, προσέχετε τὸν νοῦν οἷς ἐρῶ, ἵνʼ ἀκούσαντες ἐμοῦ πρὸς ἕκαστον τῶν ὑπὸ τούτου ῥηθησομένων ἔχηθʼ ὑπολαμβάνειν δεῖ.

22.5ἔστι γὰρ εἷς μὲν ὃν οἴεται τεχνικῶς ἔχειν αὐτῷ λόγος περὶ τοῦ ἀπροβουλεύτου. νόμος ἐστί, φησίν, ἐὰν ἀξίως βουλὴ δοκῇ βουλεῦσαι δωρειᾶς, διδόναι τὸν δῆμον τὴν δωρειὰν αὐτῇ. ταῦτʼ ἐπήρετο, φησίν, ἐπιστάτης, διεχειροτόνησεν δῆμος, ἔδοξεν. οὐδὲν δεῖ, φησί, προβουλεύματος ἐνταῦθα· κατὰ γὰρ νόμον ἦν τὰ γιγνόμενα. ἐγὼ δʼ αὐτὸ τοὐναντίον οἴομαι, νομίζω δὲ καὶ ὑμῖν συνδόξειν, περὶ τούτων <δεῖν> τὰ προβουλεύματʼ ἐκφέρειν μόνων περὶ ὧν κελεύουσιν οἱ νόμοι, ἐπεὶ περὶ ὧν γε μὴ κεῖνται νόμοι οὐδὲ γράφειν τὴν ἀρχὴν προσήκει οὐδὲ ἓν δήπου.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.1 Dem. 22.4 (English) >>Dem. 22.7

Powered by PhiloLogic